Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.1 Dem. 13.4 (English) >>Dem. 13.8

13.3ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητʼ ἐφʼ μέλλω λέγειν, ἀλλʼ ἀκούσαντες κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν, οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν ἕκαστον αὑτὸν μὴ μόνον ταῦτʼ ἀκούειν ἐθέλοντα, ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵνʼ, ἄνδρες Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας διʼ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει. 13.4καὶ τὰ μὲν προσιόντα τῇ πόλει πάντα, καὶ νῦν ἐκ τῶν ἰδίων παραναλίσκετʼ εἰς οὐδὲν δέον καὶ ὅσʼ ἐκ τῶν συμμάχων ὑπάρχει, λαμβάνειν ὑμᾶς φημὶ χρῆναι τὸ ἴσον ἕκαστον, τοὺς μὲν ἐν ἡλικίᾳ στρατιωτικόν, τοὺς δʼ ὑπὲρ τὸν κατάλογον ἐξεταστικὸν ὅπως ἄν τις ὀνομάσαι τοῦτο, στρατεύεσθαι δʼ αὐτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν, 13.5ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵνʼ ἅμʼ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵνʼ ὑμῖν, ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθʼ οἷάπερ νυνὶ συμβαίνῃ· τοὺς στρατηγοὺς κρίνετε, καὶ περίεσθʼ ὑμῖν ἐκ τῶν πραγμάτων δεῖνα τοῦ δεῖνος τὸν δεῖνʼ εἰσήγγειλεν,” ἄλλο δʼ οὐδέν. 13.6ἀλλὰ τί ὑμῖν γένηται; πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθʼ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδʼ ὁρῶσιν, ἀφʼ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφʼ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, νῦν τοὺς φίλους, ποιῶσιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.1 Dem. 13.4 (English) >>Dem. 13.8

Powered by PhiloLogic